Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.48 Dem. 44.50 (English) >>Dem. 44.54

44.49ἀλλὰ μὴνγνησίωνγʼ ὅταν λέγῃ καὶκυρίως κατὰ τὸν θεσμόν”, παρακρούεται παρὰ τοὺς νόμους. τὸ μὲν γὰρ γνήσιόν ἐστιν, ὅταν γόνῳ γεγονός· καὶ νόμος ταῦτα μαρτυρεῖ λέγων, “ἣν ἂν ἐγγυήσῃ πατὴρ ἀδελφὸς πάππος, ἐκ ταύτης εἶναι παῖδας γνησίους.” τὸ δὲκυρίωςκατὰ τῶν ποιήσεων νομοθέτης ἔλαβεν, ὑπολαμβάνων δεῖν, ὅταν τις ὢν ἄπαις καὶ κύριος τῶν ἑαυτοῦ ποιήσηται υἱόν, ταῦτα κύρια εἶναι. οὗτος τοίνυν γόνῳ μὲν οὐδένα φησὶν Ἀρχιάδῃ γενέσθαι υἱόν, διαμεμαρτύρηται δὲγνησίων ὄντων”, ἐναντίαν τῷ πράγματι τὴν διαμαρτυρίαν ποιησάμενος. 44.50ποιητὸς δὲ ὁμολογῶν εἶναι, φαίνεται οὐκ εἰσποιηθεὶς ὑπὸ τοῦ τετελευτηκότος αὐτοῦ, ὥστε πῶς ἔτι σοι κύρια ταῦτʼ ἂν εἴη κατὰ τὸν θεσμόν; ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός. ὑπό γε τουτωνὶ πρῴην βιασαμένων, ἤδη τῆς τοῦ κλήρου διαδικασίας ἐνεστηκυίας· οὐ δὴ δίκαιον ἐν τεκμηρίῳ ποιεῖσθαι τἀδίκημα. 44.51καὶ γὰρ ἐκεῖνο πῶς οὐ δεινόν ἐστιν, ἄνδρες δικασταί, ἐπὶ μὲν τοῦ λόγου αὐτίκα μάλα φήσειν ποιητὸν εἶναι, ἐν δὲ τῇ διαμαρτυρίᾳ τοῦτο μὴ τολμῆσαι γράψαι, ἀλλὰ τὰ μὲν ἐν ταύτῃ διαμεμαρτυρημένα εἶναι ὡς ὑπὲρ υἱοῦ γόνῳ γεγονότος, τὰ δʼ αὐτίκα μάλα ῥηθησόμενα ὡς εἰσποιητοῦ; εἰ δὲ τὴν ἀπολογίαν ἐναντίαν τῇ διαμαρτυρίᾳ ποιήσονται, πῶς οὐκ τὸν λόγον ἀνάγκη τὴν διαμαρτυρίαν ψευδῆ εἶναι; εἰκότως δʼ οὐ προσέγραψαν τὴν ποίησιν τῇ διαμαρτυρίᾳ. ἔδει γὰρ ἐγγράψαι αὐτοὺςεἰσποιησαμένου τοῦ δεῖνος”· δʼ οὐκ εἰσεποιήσατο, ἀλλʼ ἑαυτοὺς εἰσποιοῦντες ἀποστεροῦσιν ἡμᾶς τῆς κληρονομίας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.48 Dem. 44.50 (English) >>Dem. 44.54

Powered by PhiloLogic